Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.87 Joseph. AJ 6.91 (English) >>Joseph. AJ 6.93

6.89διαμνημονεύειν δὲ ὑμᾶς προσῆκεν, ὅτι σὺν ἑβδομήκοντα μόνοις ἐκ τοῦ γένους ἡμῶν πάππος Ἰάκωβος διὰ λιμὸν εἰς Αἴγυπτον ἦλθε, κἀκεῖ πολλῶν μυριάδων ἐπιτεκνωθεισῶν, ἃς εἰς δουλείας καὶ χαλεπὰς ὕβρεις ἤγαγον οἱ Αἰγύπτιοι, θεὸς εὐξαμένων τῶν πατέρων χωρὶς βασιλέως παρέσχεν αὐτοῖς ῥύσασθαι τῆς ἀνάγκης τὸ πλῆθος Μωυσῆν αὐτοῖς καὶ Ἀαρῶνα πέμψας ἀδελφοὺς, οἳ ἤγαγον ὑμᾶς εἰς τήνδε τὴν γῆν, ἣν νῦν ἔχετε. 6.90καὶ τούτων ἀπολαύσαντες ἐκ τοῦ θεοῦ προδεδώκατε τὴν θρησκείαν καὶ τὴν εὐσέβειαν. οὐ μὴν ἀλλὰ καὶ τοῖς πολεμίοις ὑποχειρίους γενομένους ἠλευθέρωσε πρῶτον μὲν Ἀσσυρίων καὶ τῆς ἐκείνων ἰσχύος ὑπερτέρους ἀπεργασάμενος, ἔπειτα Ἀμμανιτῶν κρατῆσαι παρασχὼν καὶ Μωαβιτῶν καὶ τελευταίων Παλαιστίνων. καὶ ταῦτʼ οὐ βασιλέως ἡγουμένου διεπράξασθε, ἀλλʼ Ἰφθάε καὶ Γεδεῶνος στρατηγούντων. 6.91τίς οὖν ἔσχεν ὑμᾶς ἄνοια φυγεῖν μὲν τὸν θεὸν, ὑπὸ βασιλέα δὲ εἶναι θέλειν; ἀλλʼ ἐγὼ μὲν ἀπέδειξα τοῦτον ὃν αὐτὸς ἐπελέξατο, ἵνα μέντοι γε φανερὸν ποιήσω τὸν θεὸν ὀργιζόμενον καὶ δυσχεραίνοντα τῇ τῆς βασιλείας ὑμῶν αἱρέσει, δηλῶσαι τοῦθʼ ὑμῖν τὸν θεὸν παρασκευάσω διὰ σημείων ἐναργῶς· γὰρ οὐδέπω πρότερον εἶδεν ὑμῶν οὐδεὶς ἐνταῦθα γεγενημένον, θέρους ἀκμῇ χειμῶνα, αἰτησάμενος τὸν θεὸν παρέξω τοῦτο νῦν ὑμῖν ἐπιγνῶναι.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.87 Joseph. AJ 6.91 (English) >>Joseph. AJ 6.93

Powered by PhiloLogic